Ptolemy Harmonics 3.6

Παραβολὴ τῶν τε τοῦ ἡρμοσμένου γενῶν καὶ τῶν κατὰ τοὺς πρώτας ἀρετάς.

Καὶ τοίνυν καθ’ ἑκατέραν ἀρχήν, τουτέστι τὴν θεωρητικὴν καὶ τὴν πρακτικήν, τριῶν ὄντων γενῶν, ἐπὶ μὲν τῆς θεωρητικῆς τοῦ τε φυσικοῦ καὶ τοῦ μαθηματικοῦ καὶ τοῦ θεολογικοῦ, ἐπὶ δὲ τῆς πρακτικῆς τοῦ τε ἠθικοῦ καὶ τοῦ οἰκονομικοῦ καὶ τοῦ πολιτικοῦ, τῇ μὲν δυνάμει τούτων μὴ διαφερόντων κοιναὶ γὰρ αἱ τῶν τριῶν γενῶν ἀρεταὶ καὶ ἀλλήλων ἐχόμεναι μεγέθει δὲ καὶ ἀξίᾳ καὶ τῇ περιβολῇ τῆς κατασκευῆς, παραβάλλοιτ’ ἂν οἰκείως ἑκατέρᾳ τῶν τριγενῶν τὰ κατὰ τὴν ἁρμονίαν ἐπωνύμως καλούμενα τρία γένη λέγω δὲ τό τε ἐναρμόνιον καὶ τὸ χρωματικὸν καὶ τὸ διατονικόν μεγέθει τινὶ καὶ αὐτὰ καὶ τῷ κατὰ τὸ ἐπῃρμένον ἢ συνεσταλμένον ὄγκῳ τὰς διαφορὰς εἰληφότα. τοιοῦτο γάρ τι πέπονθε καὶ θέσει καὶ δυνάμει τό τε πυκνὸν ἐν αὐτοῖς καὶ τὸ ἄπυκνον. τὸ μὲν οὖν ἐναρμόνιον τῷ τε φυσικῷ καὶ τῷ ἠθικῷ παραβλητέον διὰ τὴν κοινὴν παρὰ τἆλλα τοῦ μεγέθους ἐλάττωσιν, τὸ δὲ διατονικὸν τῷ θεολογικῷ καὶ τῷ πολιτικῷ διὰ τὴν τῆς τάξεως καὶ τῆς μεγαλειότητος ὁμοιότητα, τὸ δὲ χρωματικὸν τῷ τε μαθηματικῷ καὶ τῷ οἰκονομικῷ διὰ τὴν τῆς πρὸς τὰ ἄκρα μεσότητος κοινότητα. τό τε γὰρ μαθηματικὸν γένος ἐπὶ πλεῖστον ἀναστρέφεται κἀν τῷ φυσικῷ κἀν τῷ θεολογικῷ, τό τε οἰκονομικὸν μετέχει καὶ τοῦ ἠθικοῦ κατὰ τὸ ἰδιωτικὸν καὶ ὑποτεταγμένον καὶ τοῦ πολιτικοῦ κατὰ τὸ κοινωνικὸν καὶ ἀρχικόν, τό τε χρωματικὸν συνῆπταί πως καὶ τῇ κατὰ τὸ ἐναρμόνιον ἀνέσει καὶ μαλακότητι καὶ τῇ κατὰ τὸ διατονικὸν ἐπιστροφῇ καὶ συντονίᾳ, πρὸς ἑκάτερον αὐτῶν θάτερον γινόμενον, ὡς ἡ μέση πρὸς μὲν τὸν προσλαμβανόμενον ὁ τῷ διὰ πασῶν ὀξύτερος, πρὸς δὲ τὴν νήτην τῶν ὑπερβολαίων ὁ τῷ διὰ πασῶν βαρύτερος.

Contentsprevious: 3.5next: 3.7