Ptolemy Harmonics 3.3.text

Ὅτι μὲν οὖν καὶ μέχρι τῶν ἐμμελειῶν οἰκείους ἔχει λόγους ἡ τοῦ ἡρμοσμένου φύσις καὶ τίνας ἑκάστων αὐτάρκως καὶ διὰ πλειόνων ἀποδεδεῖχθαί μοι δοκῶ, ὡς μηδ’ ἂν ἐπιδιστάσαι τοὺς ἅμα τῷ εὐλόγῳ τῶν ὑποτεθειμένων καὶ πρὸς τὴν διὰ τῆς ἐνεργείας δοκιμασίαν, τουτέστι τὰς μεμεθοδευμένας ἡμῖν κανονικὰς χρείας, φιλοτιμησαμένους ἕνεκεν τοῦ διὰ πάντων τῶν εἰδῶν κατανοῆσαι τὰς ἀπὸ τῶν αἰσθήσεων συγκαταθέσεις. ἐπεὶ δ’ ἀκόλουθον ἂν εἴη τῷ θεωρήσαντι ταῦτα τὸ τεθαυμακέναι μὲν εὐθύς, εἰ καί τι ἕτερον τῶν καλλίστων, τὴν ἁρμονικὴν δύναμιν ὡς λογικωτάτην καὶ μετὰ πάσης ἀκριβείας εὑρίσκουσάν τε καὶ ποιοῦσαν τὰς τῶν οἰκείων εἰδῶν διαφοράς, ποθεῖν δ’ ὑπό τινος ἔρωτος θείου καὶ τὸ γένος αὐτῆς ὥσπερ θεάσασθαι, καὶ τίσιν ἄλλοις συνῆπται τῶν ἐν τῷδε τῷ κόσμῳ καταλαμβανομένων, πειρασόμεθα κεφαλαιωδῶς, ὡς ἔνι μάλιστα, προσεπισκέψασθαι τοῦτο δὴ τὸ λεῖπον τῇ προκειμένῃ θεωρίᾳ μέρος εἰς παράστασιν τοῦ τῆς τοιαύτης δυνάμεως μεγέθους. Τῶν ὄντων τοίνυν ἁπάντων ἀρχαῖς κεχρημένων ὕλῃ καὶ κινήσει καὶ εἴδει, τῇ μὲν ὕλῃ κατὰ τὸ ὑποκείμενον καὶ ἐξ οὗ, τῇ δὲ κινήσει κατὰ τὸ αἴτιον καὶ ὑφ’ οὗ, τῷ δὲ εἴδει κατὰ τὸ τέλος καὶ τὸ οὗ ἕνεκεν, τὴν ἁρμονίαν οὔτε ὡς τὸ ὑποκείμενον ἀποδεκτέον τῶν ποιητικῶν γάρ τί ἐστι καὶ οὐδέ τι τῶν παθητικῶν οὔτε ὡς τὸ τέλος, ἐπειδήπερ αὕτη τοὐναντίον ἀπεργάζεταί τι τέλος, οἷον ἐμμέλειαν, εὐρυθμίαν, εὐνομίαν, εὐκοσμίαν, ἀλλ’ ὡς τὸ αἴτιον, ὃ τῷ ὑποκειμένῳ περιποιεῖ τὸ οἰκεῖον εἶδος. καὶ μὴν τῶν αἰτίων τῶν ἀνωτάτω τριχῶς λαμβανομένων, τοῦ μὲν παρὰ τὴν φύσιν καὶ τὸ εἶναι μόνον, τοῦ δὲ παρὰ τὸν λόγον καὶ τὸ εὖ εἶναι μόνον, τοῦ δὲ παρὰ τὸν θεὸν καὶ τὸ εὖ καὶ ἀεὶ εἶναι, τὸ κατὰ τὴν ἁρμονίαν οὔτε παρὰ τὴν φύσιν θετέον οὐ γὰρ τὸ εἶναι περιποιεῖ τοῖς ὑποκειμένοις οὔτε παρὰ τὸν θεόν, ἐπεὶ μηδὲ τοῦ ἀεὶ εἶναι πρῶτόν ἐστιν αἴτιον, ἀλλὰ δηλονότι παρὰ τὸν λόγον, ὃς μεταξὺ τῶν εἰρημένων αἰτίων πίπτων ἑκατέρῳ συναπεργάζεται τὸ εὖ, τοῖς μὲν θεοῖς ἀεὶ συνὼν ὡς ἂν ἀεὶ τοῖς αὐτοῖς οὖσι, τοῖς δὲ φυσικοῖς οὔτε πᾶσιν, οὔτε πάντως διὰ τοὐναντίον. ἐπεὶ δὲ τοῦ κατὰ τὸν λόγον αἰτίου τὸ μέν ἐστιν ὡς νοῦς καὶ παρὰ τὸ θειότερον εἶδος, τὸ δὲ ὡς τέχνη καὶ παρ’ αὐτὸν τὸν λόγον, τὸ δὲ ὡς ἔθος καὶ παρὰ τὴν φύσιν, καθ’ ἅπαντα τὴν ἁρμονίαν εὕροιμεν ἂν περαίνουσαν τὸ ἴδιον τέλος. ὁ μὲν γὰρ λόγος ἁπλῶς καὶ καθόλου τάξεώς ἐστι καὶ συμμετρίας περιποιητικός, ὁ δὲ ἁρμονικὸς ἰδίως τῆς περὶ τὸ ἀκουστὸν γένος, ὡς ὁ φανταστικὸς τῆς περὶ τὸ ὁρατόν, καὶ ὁ κριτικὸς τῆς περὶ τὸ νοητόν. κατορθοῖ δὲ τὴν ἐν τοῖς ἀκουστοῖς τάξιν, ἣν ἐμμέλειαν ἰδίως καλοῦμεν, διά τε τῆς θεωρητικῆς τῶν συμμετρίων εὑρέσεως παρὰ τὸν νοῦν, καὶ διὰ τῆς χειρουργικῆς αὐτῶν ἐνδείξεως παρὰ τὴν τέχνην καὶ διὰ τῆς παρακολουθητικῆς ἐμπειρίας παρὰ τὸ ἔθος. τοῦτο δέ ὅτι καὶ ὁ καθόλου λόγος εὑρίσκει μὲν τὸ εὖ θεωρῶν, παρίστησι δὲ τὸ καταληφθὲν ἐνεργῶν, ἐξομοιοῖ δ’ αὐτῷ τὸ ὑποκείμενον ἐθίζων, ὥστε εἰκότως καὶ τὴν κοινὴν τῶν παρὰ τὸν λόγων εἰδῶν ἐπιστήμην, ἰδίως δὲ καλουμένην μαθηματικήν, μὴ θεωρίας ἔχεσθαι τῶν καλῶν μόνης, ὥσπερ ἄν τινες ὑπολάβοιεν, ἀλλ’ ἐνδείξεως ὅμου καὶ μελέτης ἐξ αὐτῆς τῆς παρακολουθήσεως περιγινομένων. Κέχρηται γὰρ ὀργάνοις ὥσπερ καὶ διακόνοις ἡ τοιαύτη δύναμις ταῖς ἀνωτάτω καὶ θαυμασιωτάταις τῶν αἰσθήσεων, ὄψει καὶ ἀκοῇ, τεταμέναις μὲν μάλιστα τῶν ἄλλων πρὸς τὸ ἡγεμονικόν, μόναις δὲ ἐκείνων οὐχ ἡδονῇ μόνῃ κρινούσαις τὰ ὑποκείμενα, πολὺ δὲ πρότερον τῷ καλῷ. καθ’ ἑκάστην μὲν γὰρ τῶν αἰσθήσεων οἰκείας ἄν τις εὕροι τῶν αἰσθητῶν διαφοράς, ὡς ἐπὶ μὲν τῶν ὁρατῶν τὸ λευκὸν καὶ τὸ μέλαν φέρε εἰπεῖν, ἐπὶ δὲ τῶν ἀκουστῶν τὸ ὀξὺ καὶ τὸ βαρύ, ἐπὶ δὲ τῶν ὀσφραντῶν τὸ εὐῶδες καὶ τὸ δυσῶδες, ἐπὶ δὲ τῶν γευστῶν τὸ γλυκὺ καὶ τὸ πικρόν, ἐπὶ δὲ τῶν ἁπτῶν τὸ μαλακόν, εἰ τύχοι, καὶ τὸ σκληρόν, καὶ νὴ Δία τὸ καθ’ ἑκάστην τῶν διαφορῶν πρόσφορον ἢ μή. τὸ δὲ καλὸν ἢ αἰσχρὸν τῶν μὲν ἁπτῶν ἢ γευστῶν ἢ ὀσφραντῶν οὐδεὶς ἂν κατηγορήσαι, μόνων δὲ τῶν ὁρατῶν καὶ τῶν ἀκουστῶν, οἷον μορφῆς καὶ μέλους, ἢ πάλιν τῶν οὐρανίων κινήσεων καὶ τῶν ἀνθρωπίνων πράξεων, ὅθεν καὶ μόναι τῶν ἄλλων αἰσθήσεων τὰς ἀλλήλων καταλήψεις ἀντιδιακονοῦνται τῷ λογικῷ τῆς ψυχῆς πολλαχῇ, καθάπερ ὡς ἀληθῶς ἀδελφαὶ γινομένω. τὰ μὲν ὁρατὰ μόνως ἡ ἀκοὴ δεικνύουσα διὰ τῶν ἑρμηνειῶν, τὰ δ’ ἀκουστὰ μόνως ἡ ὄψις ἀπαγγέλλουσα διὰ τῶν ὑπογραφῶν, καὶ πολλάκις ἐναργέστερον ἑκατέρα τούτων ἢ εἴπερ μόνη τὰ αὐτὰ ἡρμήνευεν, ὡς ὅταν τὰ μὲν λόγῳ παραδοτὰ μετὰ διαγραμμάτων ἢ χαρακτήρων εὐδιδακτότερά τε καὶ εὐμνημονευότερα ἡμῖν καθίστησιν, τὰ δὲ ὄψει γνώριμα διὰ ποιητικῆς ἑρμηνείας ἐμφαίνηται μιμητικώτερον, οἷον κυμάτων ὄψεις καὶ τοποθεσίαι καὶ μάχαι καὶ περιστάσεις παθῶν, ὥστε συνδιατίθεσθαι τὰς ψυχὰς τοῖς εἴδεσι τῶν ἀπαγγελλομένων ὡς ὁρωμένοις. οὐ μόνον οὖν τῷ τὸ ἴδιον ἑκατέρᾳ καταλαμβάνειν, ἀλλὰ καὶ τῷ συναγωνίζεσθαί πως ἀλλήλαις πρὸς τὸ μανθάνειν καὶ θεωρεῖν τὰ κατὰ τὸν οἰκεῖον συντελούμενα λόγον, ἐπὶ πλέον τοῦ τε καλοῦ καὶ τοῦ χρησίμου διήκουσιν αὗταί τε καὶ τῶν κατ’ αὐτὰς ἐπιστημῶν αἱ λογικώταται, παρὰ μὲν τὴν ὄψιν καὶ τὰς κατὰ τόπον κινήσεις τῶν μόνως ὁρατῶν, τουτέστι τῶν οὐρανίων, ἀστρονομία, παρὰ δὲ τὴν ἀκοὴν καὶ τὰς κατὰ τόπον πάλιν κινήσεις τῶν μόνως ἀκουστῶν, τουτέστι τῶν ψόφων, ἁρμονική, χρώμεναι μὲν ὀργάνοις ἀναμφισβητήτοις ἀριθμητικῇ τε καὶ γεωμετρίᾳ πρός τε τὸ ποσὸν καὶ τὸ ποιὸν τῶν πρώτων κινήσεων, ἀνεψιαὶ δ’ ὥσπερ καὶ αὐταί, γενόμεναι μὲν ἐξ ἀδελφῶν ὄψεως καὶ ἀκοῆς, τεθραμμέναι δὲ ὡς ἐγγυτάτω πρὸς γένους ὑπ’ ἀριθμητικῆς τε καὶ γεωμετρίας.

3.3.title3.4.title